Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.267 Joseph. AJ 13.272 (English) >>Joseph. AJ 13.277

13.270

Παραλαβὼν δὲ τὴν τῆς Συρίας βασιλείαν Ἀντίοχος ἐπὶ μὲν τὴν Ἰουδαίαν στρατεύειν εὐλαβὴς ἦν τὸν ἀδελφὸν ἀκούων τὸν ὁμομήτριον, Ἀντίοχος δὲ κἀκεῖνος ἐκαλεῖτο, δύναμιν ἐπʼ αὐτὸν ἀπὸ Κυζίκου συλλέγειν. 13.271μένων δὲ κατὰ χώραν ἔγνω παρασκευάζειν αὑτὸν πρὸς τὴν ἔφοδον τὴν τἀδελφοῦ, ὃς Κυζικηνὸς μὲν ἐπεκλήθη διὰ τὸ τραφῆναι ἐν ταύτῃ τῇ πόλει, πατρὸς δʼ ἦν Ἀντιόχου τοῦ Σωτῆρος ἐπικληθέντος, ὃς ἐν Πάρθοις ἀπέθανεν· οὗτος δὲ ἀδελφὸς ἦν Δημητρίου τοῦ Γρυποῦ πατρός. συνέβη μέντοι μίαν τοῖς δυσὶν ἀδελφοῖς γῆμαι Κλεοπάτραν, ὡς καὶ ἐν ἄλλοις ἱστορήκαμεν. 13.272 δὲ Κυζικηνὸς Ἀντίοχος παραγενόμενος εἰς τὴν Συρίαν πολλοῖς ἔτεσιν πρὸς τὸν ἀδελφὸν πολεμῶν διετέλει. Ὑρκανὸς δὲ πάντα ἐκεῖνον τὸν χρόνον ἐν εἰρήνῃ διῆγεν· 13.273καὶ γὰρ αὐτὸς μετὰ τὴν Ἀντιόχου τελευτὴν τῶν Μακεδόνων ἀπέστη καὶ οὔτε ὡς ὑπήκοος οὔτε ὡς φίλος αὐτοῖς οὐδὲν ἔτι παρεῖχεν, ἀλλʼ ἦν αὐτῷ τὰ πράγματα ἐν ἐπιδόσει πολλῇ καὶ ἀκμῇ κατὰ τοὺς Ἀλεξάνδρου τοῦ Ζαβιναίου καιρούς, καὶ μάλιστʼ ἐπὶ τούτοις τοῖς ἀδελφοῖς. γὰρ πρὸς ἀλλήλους αὐτοῖς πόλεμος σχολὴν Ὑρκανῷ καρποῦσθαι τὴν Ἰουδαίαν ἐπʼ ἀδείας παρεῖχεν, ὡς ἄπειρόν τι χρημάτων πλῆθος συναγαγεῖν. 13.274τοῦ μέντοι γε Κυζικηνοῦ τὴν γῆν κακοῦντος φανερῶς καὶ αὐτὸς τὴν αὐτοῦ προαίρεσιν ἐπεδείκνυτο, καὶ τῶν ἀπʼ Αἰγύπτου συμμάχων ἔρημον ὁρῶν τὸν Ἀντίοχον καὶ αὐτόν τε πράττοντα κακῶς καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐν τοῖς πρὸς ἀλλήλους ἀγῶσιν, ἀμφοτέρων κατεφρόνησεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.267 Joseph. AJ 13.272 (English) >>Joseph. AJ 13.277

Powered by PhiloLogic